Pular para o conteúdo

De migratione Abrahami

Philo of Alexandria · Parte 75

[75] διὸ καὶ θαυμάζων τῆς περὶ τὴν φύσιν εὐμοιρίας τὸν τρόπον αἰτιῶμαι τοσοῦτον, ὅτι προκληθεὶς εἰς [21] ἅμιλλαν λόγων ἧκεν ἀγωνιούμενος, δέον ἐπὶ τῆς συνήθους ἠρεμίας στῆναι πολλὰ χαίρειν φράσαντα τῷ φιλονείκῳ, εἰ δ’ ἄρα ἐβούλετο πάντως διαγωνίσασθαι, μὴ πρότερον κονίσασθαι ἢ τοῖς [M.448] τεχνικοῖς παλαίσμασιν ἐνασκηθῆναι· τῶν γὰρ ἀγροικοσόφων οἱ τὰ πολιτικὰ κεκομψευμένοι μάλιστά πως εἰώθασι περιεῖναι.