[7] [cap.2] ὡς μὲν τοίνυν γῆν μὲν τὸ σῶμα, συγγένειαν δὲ τὴν αἴσθησιν, οἶκον δὲ πατρὸς τὸν λόγον αἰνίττεται, δεδηλώκαμεν. τὸ δὲ „ἄπελθε ἐκ τούτων“ οὐκ ἔσθ’ ὅμοιον τῷ διαζεύχθητι κατὰ τὴν [3] οὐσίαν, ἐπεὶ θάνατον ἦν διαγορεύοντος ἡ πρόσταξις, ἀλλ’ ἴσον τῷ τὴν γνώμην ἀλλοτριώθητι, πρὸς μηδενὸς περισχεθεὶς αὐτῶν ὑπεράνω στῆθι πάντων· ὑπήκοοί σού εἰσι, μηδέποτε ὡς ἡγεμόσι χρῶ·