[61] παρὰ μὲν οὖν ἀνθρώποις τὸ ἄδικον πλῆθος πρὸ ἑνὸς τοῦ δικαίου προτετίμηται, παρὰ δὲ τῷ θεῷ τὸ σπάνιον ἀγαθὸν πρὸ μυρίων ἀδίκων· ᾧ καὶ παραγγέλλει μηδέποτε τοιούτῳ συναινέσαι πλήθει· „οὐκ ἔσῃ“ γάρ φησι „μετὰ πολλῶν ἐπὶ κακίᾳ“ (Exod. 23, 2). ἆρ’ οὖν μετ’ ὀλίγων χρή; μετ’ οὐδενὸς μὲν οὖν φαύλου — εἷς δ’ ὢν ὁ φαῦλος πολύς ἐστι κακίαις, ᾧ συντάσσεσθαι μεγίστη ζημία —· τοὐναντίον γὰρ ἀνθίστασθαι καὶ πολεμεῖν ἀκαταπλήκτῳ χρωμένους δυνάμει προσήκει.