[43] πηγὴ τεχνῶν καὶ ἐπιστημῶν ἀνωμολόγηται. [cap.9] παρατετηρημένως δὲ οὐ τὸν ἐνεστῶτα, ἀλλὰ τὸν μέλλοντα τῇ ὑποσχέσει χρόνον προδιώρισται, εἰπὼν οὐχ ἣν δείκνυμι ἀλλ’ „ἥν σοι δείξω“ (Gen. 12,1), εἰς μαρτυρίαν πίστεως ἣν ἐπίστευσεν ἡ ψυχὴ θεῷ, οὐκ ἐκ τῶν ἀποτελεσμάτων ἐπιδεικνυμένη τὸ εὐχάριστον, ἀλλ’ ἐκ προσδοκίας τῶν μελλόντων·