[30] οὗ τὸν κλῆρον παραλαβὼν ἐξ ἀνάγκης ἀποθήσῃ τὸν πόνον· αἱ γὰρ ἀφθονίαι τῶν ἑτοίμων καὶ κατὰ χειρὸς ἀγαθῶν [M.441] ἀπονίας αἴτιαι. πηγὴ δέ, ἀφ’ ἧς ὀμβρεῖ τὰ ἀγαθά, ἡ τοῦ φιλοδώρου θεοῦ σύνοδός ἐστιν· οὗ χάριν ἐπισφραγιζόμενος τὰ τῶν εὐεργεσιῶν φησιν· „ἔσομαι μετὰ σοῦ“.