Pular para o conteúdo

De migratione Abrahami

Philo of Alexandria · Parte 28

[28] τοῦτο δὲ ἐνταυθοῖ καταμένων οὐδέποτε εὑρήσεις τοῖς αἰσθητοῖς ἔτι συνοικῶν καὶ ταῖς σωματικαῖς ἐνδιατρίβων ποιότησιν, ὧν Λάβαν ἐστὶν ἔξαρχος — ὄνομα δὲ ποιότητος τοῦτ’ ἐστίν —, ἀλλὰ μετανάστην χρὴ γενέσθαι εἰς τὴν πατρῴαν γῆν τὴν ἱεροῦ λόγου καὶ τρόπον τινὰ τῶν ἀσκητῶν πατρός· ἡ δ’ ἐστὶ σοφία, τῶν φιλαρέτων ψυχῶν ἄριστον ἐνδιαίτημα.