Pular para o conteúdo

De migratione Abrahami

Philo of Alexandria · Parte 225

[225] οὐ γὰρ ἐρημία γε τῶν βοηθησόντων τοῖς παρασπονδουμένοις ἐστίν, ἀλλὰ κἂν οἴωνταί τινες, οἰήσονται μόνον, ἀπελεγχθήσονται δὲ τῷ ἔργῳ ψευδοδοξοῦντες. ἔστι γάρ, ἔστιν ἡ μισοπόνηρος καὶ ἀμείλικτος καὶ ἀδικουμένων ἀρωγὸς ἀπαραίτητος δίκη, σφάλλουσα [64] τὰ τέλη τῶν αἰσχυνόντων ἀρετήν, ὧν πεσόντων εἰς παρθένον πάλιν ἡ δόξασα αἰσχυνθῆναι μεταβάλλει ψυχή· δόξασα δ’ εἶπον, ὅτι οὐδέποτε ἐφθείρετο· τῶν γὰρ ἀκουσίων οὐδὲν τοῦ πάσχοντος πρὸς ἀλήθειαν πάθος, ὡς οὐδὲ τοῦ μὴ ἀπὸ γνώμης ἀδικοῦντος τὸ πραττόμενον ἔργον.

[65]

Ὁ Διαφορεύς παρῆν