Pular para o conteúdo

De migratione Abrahami

Philo of Alexandria · Parte 223

[223] οὐχ ὁρᾷς ὅτι καὶ δρῦν ὑψηλὴν ἐν Συχὲμ πεφυτεῦσθαί φησιν αἰνιττόμενος τὸν ἀνένδοτον καὶ ἀκαμπῆ, στερρόν τε καὶ ἀρραγέστατον παιδείας πόνον; ᾧ τὸν μέλλοντα ἔσεσθαι τέλειον καὶ ἀναγκαῖον κεχρῆσθαι, ἵνα μὴ τὸ ψυχῆς δικαστήριον, ὄνομα Δεῖνα — κρίσις γὰρ ἑρμηνεύεται —, συλληφθῇ πρὸς τοῦ τὸν ἐναντίον μοχθοῦντος πόνον, τοῦ φρονήσεως ἐπιβούλου.