Pular para o conteúdo

De migratione Abrahami

Philo of Alexandria · Parte 215

[215] καὶ γὰρ αὗται ποιοῦσι σκεπάσματα οἰκεῖα καὶ φυλακτήρια φιλαρέτοις ψυχαῖς· τὸ δὲ εὐερκέστατον οἰκοδόμημα ἦν ὁ θεοῦ φόβος τοῖς φρουρὰν καὶ τεῖχος αὐτὸν ἀκαθαίρετον πεποιημένοις. „ἐπειδὴ“ γάρ φησιν „ἐφοβοῦντο αἱ μαῖαι τὸν θεόν, ἐποίησαν ἑαυταῖς οἰκίας“ (Exod. 1,21).