[206] λέγουσι γοῦν τὰ ἐναρμόνια ἑαυταῖς αἱ παρθένοι· „ὁ πατὴρ ἡμῶν ἀπέθανεν“ — ἀλλ’ ὁ θάνατος ἀναμνήσεώς ἐστι λήθη — „καὶ ἀπέθανεν οὐ δι’ ἁμαρτίαν ἑαυτοῦ“ — παγκάλως· οὐ γὰρ ἑκούσιον ἡ λήθη [M.469] πάθος, ἀλλ’ ἕν τι τῶν οὐ παρ’ ἡμῖν, ἐπιγινόμενον ἔξωθεν —, „υἱοὶ δὲ οὐκ ἐγένοντο αὐτῷ" (Num. 27,3), ἀλλὰ θυγατέρες, ἐπειδὴ τὸ μὲν μνημονικὸν ἅτε φύσει διανιστάμενον ἀρρενογονεῖ, τὸ δὲ ἐπιλανθανόμενον ὕπνῳ λογισμοῦ χρώμενον θηλυτοκεῖ· ἄλογον γάρ, ἀλόγου δὲ μέρους ψυχῆς αἰσθήσεις θυγατέρες.