[192] [cap.35] τοῦτον μέντοι τὸν τρόπον μαθόντες ἀπόλειψιν τοῦ [49] [50] θνητοῦ χρηματίζειν καὶ τὰς περὶ τοῦ ἀγενήτου παιδευθήσεσθε δόξας· εἰ μὴ νομίζετε τὸν μὲν ὑμέτερον νοῦν ἀποδυσάμενον σῶμα, αἴσθησιν, λόγον, δίχα τούτων γυμνὰ δύνασθαι τὰ ὄντα ὁρᾶν, τὸν δὲ τῶν ὅλων νοῦν, τὸν θεόν, οὐκ ἔξω τῆς ὑλικῆς φύσεως πάσης ἑστάναι περιέχοντα, οὐ περιεχόμενον, καὶ οὐκ ἐπινοίᾳ μόνον ἐπεξεληλυθέναι ὥσπερ ἄνθρωπον, ἀλλὰ καὶ τῷ οὐσιώδει, οἷα ἁρμόττει θεόν.