[180] Μωυσῆς μέντοι τῇ μὲν ἐν τοῖς μέρεσι κοινωνίᾳ καὶ συμπαθείᾳ τοῦ παντὸς ἔοικε συνεπιγράφεσθαι, ἕνα καὶ γενητὸν ἀποφηνάμενος τὸν κόσμον εἶναι — γενομένου γὰρ καὶ ἑνὸς ὑπάρχοντος εὔλογον τάς γε στοιχειώδεις οὐσίας ὑποβεβλῆσθαι τοῖς ἀποτελουμένοις τὰς αὐτὰς ἅπασι κατὰ μέρη, καθάπερ ἐπὶ σωμάτων συμβέβηκε τῶν ἡνωμένων ἀλληλουχεῖν —,