Pular para o conteúdo

De migratione Abrahami

Philo of Alexandria · Parte 171

[171] διόπερ εὔχεται Μωυσῆς αὐτῷ τῷ θεῷ χρῆσθαι ἡγεμόνι πρὸς τὴν [M.463] πρὸς αὐτὸν ἄγουσαν ὁδόν· λέγει γάρ· „εἰ μὴ αὐτὸς σὺ συμπορεύῃ, μή με ἀναγάγῃς [45] ἐντεῦθεν“ (Exod. 33, 15)· διότι πᾶσα κίνησις ἡ ἄνευ θείας ἐπιφροσύνης ἐπιζήμιον, καὶ ἄμεινον ἐνταυθοῖ καταμένειν τὸν θνητὸν βίον ἀλητεύοντας, ὡς τὸ πλεῖστον ἀνθρώπων γένος, ἢ πρὸς τὸν οὐρανὸν ἐξάραντας ἑαυτοὺς ὑπὸ ἀλαζονείας ἀνατραπῆναι· καθάπερ μυρίοις συνέβη τῶν σοφιστῶν, οἵτινες ᾠήθησαν σοφίαν πιθανὴν εἶναι λόγων εὕρεσιν, ἀλλ’ οὐ πραγμάτων ἀληθεστάτην πίστιν.