Pular para o conteúdo

De migratione Abrahami

Philo of Alexandria · Parte 168

[168] [cap.31] ὁ δὲ ἐπὶ τοσοῦτον ἄνω μετέωρος ἐξαρθεὶς οὐδὲν ἔτι τῶν τῆς ψυχῆς μερῶν κάτω τοῖς θνητοῖς ἐνδιατρίβειν ἐάσει, πάντα δ’ ὥσπερ ἐκ σειρᾶς ἐκκρεμασθέντα συνεπισπάσεται. διὸ καὶ λόγιον ἐχρήσθη τῷ σοφῷ τοιόνδε· „ἀνάβηθι πρὸς κύριόν σου, σὺ καὶ Ἀαρὼν καὶ Ναδὰβ καὶ Ἀβιοὺδ καὶ ἑβδομήκοντα τῆς γερουσίας Ἰσραήλ“ (Exod. 24, 1).