[164] αὑτὰ τὰ γῆς ἆθλα ἀξιέραστα καὶ ἀξιοτίμητα νενόμισται. [cap.30] τὸν μὲν οὖν ὡς κηφῆνα τοὺς μὲν αὐτῶν ὠφελίμους πόνους λυμαίνεσθαι διεγνωκότα καὶ διὰ τοῦτο ἐπακολουθοῦντα διατειχιεῖ, καθάπερ ἔφην, ὁ φρονήσεως ἐραστής, τοὺς δὲ ἕνεκα μιμήσεως παρεπομένους κατὰ τὸν τῶν καλῶν ζῆλον ἀποδέξεται μοίρας αὐτοῖς τὰς ἁρμοττούσας δασάμενος· „τῶν“ γάρ φησι „συμπορευθέντων ἀνδρῶν μετ’ ἐμοῦ Ἐσχώλ, Αὐνάν, Μαμβρῆ, οὗτοι λήψονται μερίδα“ (Gen. 14, 24)· λέγει δὲ τοὺς εὐφυεῖς τρόπους καὶ φιλοθεάμονας.