Pular para o conteúdo

De migratione Abrahami

Philo of Alexandria · Parte 162

[162] τὸ μέντοι γε ἐπαμφοτερίζον αὐτοῦ καταμάθοις ἂν κἀκ τῶν ὅρκων οὓς πεποίηται, τοτὲ μὲν ὀμνὺς „νὴ τὴν ὑγείαν Φαραώ“ (Gen. 42, 16), τοτὲ δ’ ἔμπαλιν οὐ τὴν ὑγείαν Φαραώ (Gen. 42, 15). ἀλλ’ ὁ μὲν περιέχων τὴν ἀπόφασιν ὅρκος τῆς πατρικῆς ἂν εἴη διάταγμα οἰκίας ἀεὶ φονώσης κατὰ τοῦ πάθους καὶ βουλομένης αὐτὸ τεθνάναι, ὁ δ’ ἕτερος Αἰγύπτου, ᾗ φίλον ἐστὶ τοῦτο σῴζεσθαι.