Pular para o conteúdo

De migratione Abrahami

Philo of Alexandria · Parte 160

[160] ὁρᾷς ὅτι μέσος τῆς Φαραὼ καὶ τῆς πατρικῆς οἰκίας ὁ πολιτικὸς οὗτος τάττεται, ἵνα καὶ τῶν κατὰ σῶμα, τὴν Αἴγυπτον, καὶ τῶν κατὰ ψυχήν, ἅπερ ἐν τῷ πατρικῷ οἴκῳ [42] [43] θησαυροφυλακεῖται, κατ’ ἴσον ἐφάπτηται; ὅταν μὲν γὰρ λέγῃ „τοῦ θεοῦ εἰμι“ (Gen. 50, 19) καὶ τὰ ἄλλα ὅσα συγγενῆ τούτῳ, τοῖς τῆς πατρῴας οἰκίας ἐμμένει νομίμοις· ὅταν δὲ ἐπὶ „τὸ δευτερεῖον ἅρμα“ τοῦ βασιλεύειν νοῦ δοκοῦντος ἀνέρχηται, Φαραώ (Gen. 41, 43), τὸν Αἰγυπτιακὸν πάλιν ἱδρύεται τῦφον.