Pular para o conteúdo

De migratione Abrahami

Philo of Alexandria · Parte 158

[158] [cap.29] ἔνιοι μὲν οὖν τὸν μιγάδα καὶ δασὺν τοῦτον ἀπορρίπτουσι καὶ διατειχίζουσιν ἀφ’ ἑαυτῶν τῷ θεοφιλεῖ [M.461] μόνῳ γένει χαίροντες· ἔνιοι δὲ καὶ πρὸς αὐτὸν ἑταιρίαν τίθενται, μεσιτεύειν τὸν ἑαυτῶν βίον ἀξιοῦντες καὶ μεθόριον ἀνθρωπίνων τε καὶ θείων ἀρετῶν τιθέντες, ἵν’ ἑκατέρων ἐφάπτωνται, καὶ τῶν ἀληθείᾳ καὶ τῶν δοκήσει.