[143] „διατηρήσατε προσφέρειν ἐμοί“ (Num. 28, 2). [cap.26] τοῦτ’ ἐστὶ τὸ τέλος τῆς ὁδοῦ τῶν ἑπομένων λόγοις καὶ προστάξεσι νομίμοις καὶ ταύτῃ βαδιζόντων, ᾗ ἂν ὁ θεὸς ἀφηγῆται· ὁ δὲ ὑπενδοὺς ὑπὸ τοῦ πεινῶντος ἡδονῆς καὶ λίχνου παθῶν, ὄνομα Ἀμαλὴκ — ἑρμηνεύεται γὰρ λαὸς ἐκλείχων —, ἐκτετμήσεται.