[139] [cap.25] τούτων δὴ τοῦτον ἐχόντων τὸν τρόπον τελειωθεὶς ὁ νοῦς ἀποδώσει τὸ τέλος τῷ τελεσφόρῳ θεῷ κατὰ τὸ ἱερώτατον γράμμα· νόμος γάρ ἐστι τὸ τέλος εἶναι κυρίου (Num. 31, 28 sqq.). πότε οὖν ἀποδίδωσιν; ὅταν „ἐπὶ τὸν τόπον ὃν εἶπεν αὐτῷ ὁ θεὸς τῇ ἡμέρᾳ τῇ τρίτῃ“ παραγένηται (Gen. 22, 3), παρελθὼν τὰς πλείους μοίρας τῶν χρονικῶν διαστημάτων καὶ ἤδη πρὸς τὴν ἄχρονον μεταβαίνων φύσιν·