Pular para o conteúdo

De migratione Abrahami

Philo of Alexandria · Parte 136

[136] πάριτε νῦν οἱ τύφου καὶ ἀπαιδευσίας καὶ πολλῆς ἀλαζονείας γέμοντες, οἱ δοκησίσοφοι καὶ μὴ μόνον ὅ ἐστιν ἕκαστον εἰδέναι σαφῶς ἐπιφάσκοντες, ἀλλὰ καὶ τὰς αἰτίας προσαποδιδόναι διὰ θρασύτητα τολμῶντες, ὥσπερ ἢ τῇ τοῦ κόσμου γενέσει παρατυχόντες καὶ ὡς ἕκαστα καὶ ἐξ ὧν ἀπετελεῖτο κατιδόντες ἢ σύμβουλοι περὶ τῶν κατασκευαζομένων τῷ δημιουργῷ γενόμενοι.