[13] [cap.3] ἐπειδὰν γοῦν ὁ νοῦς ἄρξηται γνωρίζειν ἑαυτὸν καὶ τοῖς νοητοῖς ἐνομιλεῖν θεωρήμασιν, ἅπαν τὸ κλινόμενον τῆς ψυχῆς πρὸς τὸ αἰσθητὸν εἶδος ἀπώσεται, ὃ κέκληται παρ’ Ἑβραίοις Λώτ. οὗ χάριν ὁ σοφὸς εἰσάγεται λέγων ἄντικρυς· „διαχωρίσθητι ἀπ’ ἐμοῦ“ (Gen. 13, 9)· συνοικεῖν γὰρ ἀμήχανον τὸν ἀσωμάτων καὶ ἀφθάρτων ἔρωτι κατεσχημένον τῷ πρὸς τὰ αἰσθητὰ καὶ θνητὰ ῥέποντι.