Pular para o conteúdo

De migratione Abrahami

Philo of Alexandria · Parte 129

[129] "ἐπορεύθη γάρ, καθὰ ἐλάλησεν αὐτῷ κύριος“· τοῦτο δέ ἐστι τοιοῦτον· ὡς λαλεῖ ὁ θεὸς — λαλεῖ δὲ παγκάλως καὶ ἐπαινετῶς —, οὕτως ὁ σπουδαῖος ἕκαστα δρᾷ τὴν ἀτραπὸν εὐθύνων ἀμέμπτως τοῦ βίου, ὥστε τὰ ἔργα τοῦ σοφοῦ λόγων ἀδιαφορεῖν θείων.