Pular para o conteúdo

De migratione Abrahami

Philo of Alexandria · Parte 125

[125] ἐναργέστατον δὲ παράδειγμα Νῶε ὁ δίκαιος, ὃς τῷ μεγάλῳ κατακλυσμῷ τῶν τοσούτων μερῶν τῆς ψυχῆς ἐγκαταποθέντων ἐρρωμένως ἐπικυματίζων καὶ ἐπινηχόμενος ὑπεράνω μὲν ἔστη τῶν δεινῶν ἁπάντων, διασωθεὶς δὲ μεγάλας καὶ καλὰς ἀφ’ αὑτοῦ ῥίζας ἐβάλετο, ἐξ ὧν οἷα φυτὸν τὸ σοφίας ἀνεβλάστησε γένος· ὅπερ ἡμεροτοκῆσαν τοὺς τοῦ ὁρῶντος, Ἰσραήλ, τριττοὺς ἤνεγκε καρπούς, αἰῶνος μέτρα, τὸν Ἀβραάμ, τὸν Ἰσαάκ, τὸν Ἰακώβ·