[123] σπινθὴρ γὰρ καὶ ὁ βραχύτατος ἐντυφόμενος, ὅταν καταπνευσθεὶς ζωπυρηθῇ, μεγάλην πυράν· ἐξάπτει καὶ τὸ βραχύτατον οὖν ἀρετῆς, ὅταν ἐλπίσι χρησταῖς ὑποθαλπόμενον ἀναλάμψῃ, καὶ τὰ τέως μεμυκότα καὶ τυφλὰ ἐξωμμάτωσε καὶ τὰ ἀφαυανθέντα ἀναβλαστεῖν ἐποίησε καὶ ὅσα ὑπὸ ἀγονίας ἐστείρωτο εἰς εὐφορίαν εὐτοκίας περιήγαγεν. οὕτω τὸ σπάνιον ἀγαθὸν ἐπιφροσύνῃ θεοῦ πολὺ γίνεται