[116] φωνῇ κατὰ διάνοιαν εὐλογεῖν τε καὶ εὐφημεῖν. σωφρονιστῶν ὡς ἔοικε τοῦτό ἐστι τὸ ἔθος, παιδαγωγῶν, διδασκάλων, γονέων, πρεσβυτέρων, ἀρχόντων, νόμων· ὀνειδίζοντες γάρ, ἔστι δ’ ὅπου καὶ κολάζοντες ἕκαστοι [31] τούτων ἀμείνους τὰς ψυχὰς ἀπεργάζονται τῶν παιδευομένων. καὶ ἐχθρὸς μὲν οὐδεὶς οὐδενί, φίλοι δὲ πᾶσι πάντες· φίλων δὲ ἀνόθῳ καὶ ἀκιβδήλῳ χρωμένων εὐνοίᾳ τοῦτ’ ἐστὶν ἔργον ἐλευθεροστομεῖν ἄνευ τοῦ κακονοεῖν.