Pular para o conteúdo

De migratione Abrahami

Philo of Alexandria · Parte 114

[114] τοῖς γὰρ πολεμίοις φησὶν αὐτὸν ἐπὶ μισθῷ συνταχθέντα μάντιν γενέσθαι κακὸν κακῶν, ἀρὰς [M.454] μὲν ἐν ψυχῇ θέμενον χαλεπωτάτας γένει τῷ θεοφιλεῖ, εὐχὰς δὲ ἀναγκασθέντα διὰ στόματος καὶ γλώττης ὑπερφυεστάτας προφητεῦσαι· τὰ μὲν γὰρ λεγόμενα καλὰ ὄντα ὁ φιλάρετος ὑπήχει θεός, τὰ δ’ ἐννοούμενα — φαυλότερα γὰρ ἦν — ἔτικτεν ἡ μισάρετος διάνοια.