[110] τὸ μὲν οὖν ἐπὶ τιμῇ τοῦ σπουδαίου καὶ ταῦτα γίνεσθαι παντί τῳ δῆλον, λέγεται δ’ οὐ δι’ ἐκεῖνο μόνον, ἀλλὰ καὶ διὰ τὴν ἐν τοῖς πράγμασιν εὐάρμοστον ἀκολουθίαν· τὸν γὰρ ἀγαθὸν καὶ ὁ ἐπαινῶν ἐγκωμιαστὸς καὶ ὁ ψέγων ἔμπαλιν ψεκτός. ἔπαινον δὲ καὶ ψόγον οὐχ [30] οὕτως ἡ τῶν λεγόντων καὶ γραφόντων πιστοῦται δύναμις, ὡς ἡ τῶν γινομένων ἀλήθεια· ὥστ’ οὔτε ἐπαινεῖν οὔτε ψέγειν ἂν δοκοῖεν, ὅσοι τι ψεῦδος ἐν ἑκατέρῳ παραλαμβάνουσιν εἴδει.