Pular para o conteúdo

De migratione Abrahami

Philo of Alexandria · Parte 108

[108] ὥσπερ γὰρ τὸ ἐπαινετὸν εἶναι τοῦ ἐπαινεῖσθαι διαφέρει κατὰ τὸ κρεῖττον καὶ τὸ ψεκτὸν εἶναι τοῦ ψέγεσθαι κατὰ τὸ χεῖρον — τὰ μὲν γὰρ τῷ πεφυκέναι, τὰ δὲ τῷ νομίζεσθαι λέγεται μόνον, φύσις δὲ ἡ ἀψευδὴς δοκήσεως ἐχυρώτερον —, οὕτως καὶ τοῦ εὐλογεῖσθαι πρὸς ἀνθρώπων, ὅπερ ἦν εἰς εὐλογίαν ἄγεσθαι δοξαζόμενον, τὸ πεφυκέναι εὐλογίας ἄξιον, κἂν πάντες ἡσυχάζωσι, κρεῖττον, ὅπερ εὐλογητὸν ἐν τοῖς χρησμοῖς ᾄδεται.