Pular para o conteúdo

De migratione Abrahami

Philo of Alexandria · Parte 10

[10] ἄπελθε κἀκ τῆς συγγενοῦς αἰσθήσεως· νυνὶ μὲν γὰρ κέχρηκας ἑκάστῃ σεαυτὸν καὶ γέγονας ἀλλότριον τῶν δεδανεισμένων ἀγαθὸν ἀποβεβληκὼς τὸ ἴδιον. οἶδας δέ, κἂν πάντες ἡσυχάζωσιν, ὡς ὀφθαλμοί σε ἄγουσι καὶ ὦτα καὶ ἡ ἄλλη τῆς συγγενείας πληθὺς ἅπασα πρὸς τὰ φίλα ἑαυτοῖς.