Pular para o conteúdo

De Iosepho

Philo of Alexandria · Parte 99

[99] [cap.19] Καταλλαγεὶς δὲ ὁ ἀρχιοινοχόος ἐκλανθάνεται τοῦ τὰς καταλλαγὰς προειπόντος καὶ ἕκαστα τῶν συμπεσόντων ἀτυχημάτων ἐπικουφίσαντος, ἴσως μὲν ἐπειδὴ πᾶς ἀχάριστος ἀμνήμων ἐστὶν εὐεργετῶν, ἴσως δὲ καὶ κατὰ πρόνοιαν θεοῦ βουληθέντος τὰς εὐπραγίας τῷ νεανίᾳ μὴ δι’ ἀνθρώπου γενέσθαι μᾶλλον ἢ δι’ ἑαυτοῦ.