Pular para o conteúdo

De Iosepho

Philo of Alexandria · Parte 94

[94] ὁ δὲ „ἐβουλόμην μὲν“ εἶπε „μὴ παραστῆναί σοι τὴν φαντασίαν ἢ φανεῖσαν ἡσυχασθῆναι ἤ, εἰ καὶ διηγεῖτό τις, μακρὰν γοῦν, ἵνα μὴ κατακούσαιμι, τῶν ἐμῶν ὤτων γενέσθαι τὴν διήγησιν· ὀκνῶ τε γάρ, εἰ καί τις ἄλλος, εἶναι κακῶν ἄγγελος συναλγῶ τε τοῖς ἐν συμφοραῖς, ἕνεκα φιλανθρωπίας οὐχ ἥκιστα τῶν ὑπομενόντων ὀδυνώμενος.