Pular para o conteúdo

De Iosepho

Philo of Alexandria · Parte 9

[9] ἐμβριθῶς δ’ ἐνουθέτει τὸν παῖδα κατὰ δέος τοῦ μή τι διαμαρτεῖν καί φησιν· „ἆρα δυνησόμεθα ἐγὼ καὶ ἡ μήτηρ καὶ οἱ ἀδελφοὶ προσκυνῆσαί σε;—διὰ μὲν γὰρ ἡλίου τὸν πατέρα, διὰ δὲ σελήνης τὴν μητέρα, διὰ δὲ τῶν ἕνδεκα ἀστέρων τοὺς [M.43] ἕνδεκα ἀδελφοὺς ὑποσημαίνειν ἔοικας—· ὃ μηδὲ εἰς νοῦν ποτε ἔλθοι τὸν σόν, ὦ παῖ, λαθοῦσα δὲ καὶ ἡ μνήμη τῶν φανέντων ὑπεξέλθοι· τὸ γὰρ τὴν ἐπὶ τοῖς οἰκείοις ἐλπίζειν καὶ καραδοκεῖν ἡγεμονίαν ἀπευκτὸν ἄγαν παρ’ ἐμοὶ κριτῇ, νομίζω δὲ καὶ παρὰ πᾶσιν, ὅσοις ἰσότητος μέλει καὶ συγγενικῶν δικαίων.“