[88] [cap.17] τοῦτον τὸν τρόπον βελτιουμένων εἰσάγονται [24] [25] δύο εὐνοῦχοι τοῦ βασιλέως, ὁ μὲν ἀρχιοινοχόος, ὁ δὲ ἀρχισιτοποιός, ἐν οἷς ἐπετράπησαν κατηγορηθέντες καὶ καταγνωσθέντες. ὁ δὲ καὶ τούτων τὴν ἐπιμέλειαν ἣν καὶ τῶν ἄλλων ἐποιεῖτο, εὐχόμενος ὅπως οἷός τε ᾖ μηδὲν χείρους τῶν ἀνεπιλήπτων ἀπεργάσασθαι τοὺς ὑφ’ ἑαυτῷ.