[71] ἀλλ’ οὗτοί γε τὴν σώματος ἐπιγράφονται κυρείαν, οὐ τὴν κατ’ ἐμέ· ἐγὼ γὰρ ἀπὸ τοῦ κρείττονος, τῆς ἐν ἐμαυτῷ διανοίας, χρηματίζω, καθ’ ἣν παρεσκεύασμαι βιοῦν ὀλίγα φροντίζων τοῦ θνητοῦ σώματος, ὃ κἂν ὀστρέου δίκην περιπεφυκὸς ἐπηρεάζηται πρός τινων, ἀφειμένον τῶν ἔνδον δεσποτῶν τε χαλεπῶν καὶ δεσποινῶν, οὐκ ἀνιάσομαι τὴν βαρυτάτην ἀνάγκην ἐκπεφευγώς.