Pular para o conteúdo

De Iosepho

Philo of Alexandria · Parte 7

[7] οἱ δὲ εἰς σύνεσιν ἀκριβεῖς καὶ δεινοὶ διὰ συμβόλων ἰχνηλατῆσαι πρᾶγμ’ ἀδηλούμενον εἰκόσι στοχασμοῖς „μὴ νομίζεις“ ἔφασαν "ἔσεσθαι βασιλεὺς ἡμῶν καὶ κύριος; ταῦτα γὰρ διὰ τῆς κατεψευσμένης φαντασίας ὑπαινίττῃ.“ τὸ δὲ μῖσος ἔτι μᾶλλον ἐζωπυρεῖτο προσλαμβάνον ἀεί τινα καινὴν πρόφασιν εἰς συναύξησιν.