[67] [cap.14] ὁ δὲ πολιτικὸς ὄντως οὐκ ἀγνοεῖ μέν, ὅτι δεσποτικὴν ἐξουσίαν ἔχει ὁ δῆμος, αὑτὸν δ’ οὐχ ὁμολογήσει δοῦλον ἀλλ’ ἐλεύθερον καὶ τὴν τῆς ψυχῆς ἀρέσκειαν. ἀλλ’ ἄντικρυς ἐρεῖ· "δημοκοπεῖν οὔτ’ ἔμαθον οὔτ’ ἐπιτηδεύσω ποτέ, πόλεως δὲ προστασίαν καὶ ἐπιμέλειαν ἔχειν ἐγχειρισθείς, ὡς ἀγαθὸς ἐπίτροπος ἢ πατὴρ εὔνους ἀδόλως καὶ καθαρῶς ἄνευ τῆς ἐχθρᾶς ὑποκρίσεως.