[61] προσφυέστατα μέντοι καὶ ἀρχιμάγειρον αὐτὸν καλεῖ· καθάπερ γὰρ οὐδὲν ἕτερον ἐπιτηδεύει μάγειρος ἢ τὰς ἀνηνύτους καὶ περιττὰς γαστρὸς ἡδονάς, τὸν αὐτὸν τρόπον καὶ ὁ πολιτικὸς ὄχλος τὰς δι’ ἀκοῆς τέρψεις τε καὶ θρύψεις, ὑφ’ ὧν οἱ τόνοι τῆς διανοίας χαλῶνται καὶ τρόπον τινὰ [M.51] τὰ νεῦρα τῆς ψυχῆς ἐκλύεται. τὴν δὲ πρὸς ἰατροὺς μαγείρων διαφορὰν τίς οὐκ οἶδεν;