Pular para o conteúdo

De Iosepho

Philo of Alexandria · Parte 58

[58] [cap.12] Ἄξιον μέντοι καὶ τὰ διὰ τούτων ἐμφαινόμενα κατὰ τὸ ἀκόλουθον παραστῆσαι. ὁ πριάμενος τὸν ἐπικρινόμενον εὐνοῦχος εἶναι λέγεται· [16] δεόντως· ὁ γὰρ ὠνούμενος τὸν πολιτικὸν ὄχλος ἐστὶ πρὸς ἀλήθειαν εὐνοῦχος, ὅσα μὲν τῷ δοκεῖν ἔχων τὰ γεννητικά, τὰς δ’ εἰς τὸ γεννᾶν δυνάμεις ἀφῃρημένος, καθάπερ καὶ οἱ τὰς ὄψεις ὑποχυθέντες ὀφθαλμοὺς ἔχοντες τῆς δι’ ὀφθαλμῶν ἐνεργείας στέρονται βλέπειν οὐ δυνάμενοι.