[56] τίς γὰρ ἀγνοεῖ τὰς ἐξ ἀκρασίας ἔθνεσι καὶ χώραις καὶ ὅλοις κλίμασι τῆς οἰκουμένης ἐν γῇ καὶ θαλάττῃ γινομένας συμφοράς; τῶν γὰρ πολέμων οἱ πλείους καὶ μέγιστοι δι’ ἔρωτας καὶ μοιχείας καὶ γυναικῶν ἀπάτας συνέστησαν, ὑφ’ ὧν τὸ πλεῖστον καὶ ἄριστον ἐξαναλώθη τοῦ τε Ἑλληνικοῦ καὶ βαρβαρικοῦ γένους καὶ τῶν πόλεων ἡ νεότης ἐφθάρη.