Pular para o conteúdo

De Iosepho

Philo of Alexandria · Parte 51

[51] ἀλλὰ καὶ ἐμοῦ ἀπετόλμησεν αἰσχῦναι τὸ σῶμα. ταῖς γὰρ ὁμοδούλοις οὐκ ἐξήρκεσεν αὐτῷ χρῆσθαι μόναις ἀσελγεστάτῳ καὶ λαγνιστάτῳ γενομένῳ, πειρᾶν δὲ καὶ τὴν δέσποιναν ἐπεχείρησεν ἐμὲ καὶ βιάζεσθαι. καὶ τὰ δείγματα τῆς φρενοβλαβείας ἐναργῆ καὶ δῆλά ἐστι· περιπαθήσασα γὰρ ὡς ἐξεφώνησα τοὺς ἔνδον βοηθοὺς ἐπικαλοῦσα, πτοηθεὶς διὰ τὸ ἀπερίσκεπτον τὴν ἐσθῆτα καταλιπὼν ἀποδιδράσκει φόβῳ συλλήψεως.“ ἣν καὶ ἐπιδεικνυμένη πίστιν ἐδόκει προσφέρειν τῶν λεγομένων.