Pular para o conteúdo

De Iosepho

Philo of Alexandria · Parte 4

[4] ἐνορῶν οὖν ὁ πατὴρ αὐτῷ φρόνημα εὐγενὲς καὶ μεῖζον ἢ κατ’ ἰδιώτην ἐθαύμαζε καὶ περιεῖπε καὶ τῶν ἄλλων υἱῶν μᾶλλον ἔστεργεν, ἐπειδὴ ὀψίγονος ἦν, ὅπερ οὐδενὸς ἧττον ἀγωγόν ἐστιν εἰς εὔνοιαν· καὶ ἅτε φιλόκαλος ὢν ἐζωπύρει τὴν τοῦ παιδὸς φύσιν ἐξαιρέτοις καὶ περιτταῖς ἐπιμελείαις,