[37] [cap.8] Τοσαῦτα καὶ περὶ τούτων. ὁ μέντοι νεανίας εἰς Αἴγυπτον ἀχθεὶς καὶ γενόμενος, ὡς ἐλέχθη, παρ’ εὐνούχῳ δεσπότῃ, τῆς καλοκἀγαθίας καὶ εὐγενείας πεῖραν ὀλίγαις ἡμέραις δοὺς τὴν ἐπὶ τοῖς ὁμοδούλοις ἀρχὴν παραλαμβάνει καὶ συμπάσης τῆς οἰκίας τὴν ἐπιμέλειαν· ἤδη γὰρ ὁ κτησάμενος ἐτεκμηριοῦτο διὰ πολλῶν, ὡς οὐκ ἄνευ θείας ἐπιφροσύνης ἐκεῖνος ἕκαστα λέγει τε καὶ πράττει.