[34] καὶ τὸν πολιτικὸν ἀναγκαῖον εἶναί τινα πολυειδῆ καὶ πολύμορφον, ἕτερον μὲν κατ’ εἰρήνην, ἕτερον δ’ ἐν πολέμῳ, ἄλλον δὲ ἐπισυνισταμένων ὀλίγων ἢ πολλῶν, τῶν μὲν ὀλίγων εὐτόνως κατεξανιστάμενον, μετὰ δὲ πειθοῦς τοῖς πολλοῖς ὁμιλοῦντα, καὶ ὅπου μὲν μετὰ κινδύνου τὸ εἶναι, διὰ τὸ κοινωφελὲς φθάνοντα τοὺς ἄλλους αὐτουργίᾳ, ὅπου δὲ πόνων ἡ σκέψις, ἑτέροις ὑπηρετεῖν [9] ἐξιστάμενον.