Pular para o conteúdo

De Iosepho

Philo of Alexandria · Parte 30

[30] αἴτιον δὲ τὸ ἄμικτον καὶ ἀκοινώνητον οὐ μόνον Ἑλλήνων πρὸς βαρβάρους ἢ βαρβάρων πρὸς Ἕλληνας, ἀλλὰ καὶ τὸ ἑκατέρου γένους ἰδίᾳ πρὸς τὸ [8] ὁμόφυλον· εἶθ’ ὡς ἔοικε τὰ ἀναίτια αἰτιώμενοι, καιροὺς ἀβουλήτους, ἀγονίαν καρπῶν, τὸ λυπρόγεων, τὴν θέσιν ὅτι παράλιος ἢ μεσόγειος ἢ κατὰ νῆσον ἢ κατὰ ἤπειρον ἢ ὅσα τούτοις ὁμοιότροπα, τἀληθὲς ἡσυχάζουσιν· ἔστι δ’ ἡ πλεονεξία καὶ ἡ πρὸς ἀλλήλους ἀπιστία, δι’ ἃς οὐκ ἀρκεσθέντες τοῖς τῆς φύσεως θεσμοῖς τὰ δόξαντα συμφέρειν κοινῇ τοῖς ὁμογνώμοσιν ὁμίλοις ταῦτα νόμους ἐπεφήμισαν.