Pular para o conteúdo

De Iosepho

Philo of Alexandria · Parte 269

[269] μαρτυρεῖ δὲ τὸ μὲν κάλλος τοῦ σώματος ἔρως ὃς ἐξέμηνεν [M.79] ἐπ’ αὐτῷ γυναῖκα, τὴν δὲ σύνεσιν ἡ ἐν ταῖς ἀμυθήτοις τῶν κατὰ τὸν βίον ἀνωμαλίαις ὁμαλότης εὐαρμοστίαν τοῖς ἀναρμόστοις καὶ συμφωνίαν τοῖς ἐξ αὑτῶν ἀσυμφώνοις ἐργασαμένη, τὴν δὲ τῶν λόγων δύναμιν ἥ τε τῶν ὀνειράτων διάκρισις καὶ ἡ ἐν ταῖς ὁμιλίαις εὐέπεια καὶ ἡ παρακολουθήσασα πειθώ, δι’ ἣν οὐδεὶς τῶν ἀρχομένων ἀνάγκῃ μᾶλλον ἢ ἑκὼν ὑπήκουε.