Pular para o conteúdo

De Iosepho

Philo of Alexandria · Parte 262

[262] ὁ δ’ ἐπιδακρύσας φησίν· „ὁ μὲν καιρὸς ἱκανὸς ὑπόνοιαν [74] κατασκευάσαι τοῖς ἀφόρητα ἐργασαμένοις καὶ μὴ δι’ ἑτέρου μᾶλλον ἢ τοῦ συνειδότος ἐλεγχομένοις· ἡ γὰρ τελευτὴ τοῦ πατρὸς τὸν ἀρχαῖον φόβον, ὃν πρὸ τῶν καταλλαγῶν εἴχετε, κεκαίνωκεν, ὡς τοῦ μὴ λυπῆσαι τὸν πατέρα χάριν τὴν ἀμνηστίαν ἐμοῦ παρασχόντος.