Pular para o conteúdo

De Iosepho

Philo of Alexandria · Parte 256

[256] ὁ δ’ υἱὸς ἀκούσας — σκοποὶ γὰρ καὶ φραστῆρες τῆς ὁδοῦ πάντ’ ἐδήλουν — οὐ μακρὰν τῶν ὁρίων ἀπέχοντα διὰ ταχέων ἀπήντα τῷ πατρί· καὶ κατὰ τὴν καλουμένην Ἡρώων πόλιν ἐντυχόντες ἐπιπίπτουσιν ἀλλήλοις τὰς κεφαλὰς ἐπὶ τῶν αὐχένων ἐρείσαντες καὶ τὰς ἐσθῆτας δάκρυσι φύροντες πολυχρονίων ἀσπασμάτων ἀπλήστως ἐνεφοροῦντο καὶ μόλις παυσάμενοι συνέτεινον ἄχρι τῶν βασιλείων.