Pular para o conteúdo

De Iosepho

Philo of Alexandria · Parte 244

[244] ἀλλ’ οὐκ ἐναβρυνόμενος καὶ σεμνυνόμενος ταυτὶ διεξῆλθον, ἀλλ’ ἵν’ αἴσθησθε, ὅτι τῶν τηλικούτων οὐδεὶς ἔμελλεν ἀνθρώπων αἴτιος ἔσεσθαι δούλῳ καὶ μετὰ ταῦτα δεσμώτῃ γενομένῳ — καὶ γὰρ ἐδέθην ποτὲ συκοφαντηθείς —, ἀλλ’ ὁ τὰς ἐσχάτας συμφοράς τε καὶ δυσπραγίας μεθαρμοσάμενος εἰς τὰς ἀνωτάτω καὶ πρώτας εὐτυχίας θεὸς ἦν, [68] ᾧ πάντα δυνατά.