Pular para o conteúdo

De Iosepho

Philo of Alexandria · Parte 239

[239] καταπλαγέντων δ’ αὐτῶν παρ’ ἐλπίδα καὶ διεπτοημένων καὶ ὥσπερ ὁλκῇ τινι βιαίῳ τὰς ὄψεις ἐπὶ γῆν καταβεβληκότων καὶ πεπηγότων ἀφώνων καὶ ἀχανῶν, „μὴ κατηφεῖτε“ | εἶπεν, „ἀμνηστίαν ἁπάντων [M.75] παρέχω τῶν εἰς ἐμὲ πεπραγμένων, μηδενὸς ἑτέρου δεῖσθε παρακλήτου·